Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.286 Joseph. AJ 13.291 (English) >>Joseph. AJ 13.296

13.289μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπʼ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφʼ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς· 13.290οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν· ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν μὲν ἥσθη τοῖς ἐπαίνοις, 13.291εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρωνἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ.” τὴν δʼ αἰτίαν αὐτοῦ πυθομένου, 13.292διʼ ἣν ἀποθοῖτο τὴν ἀρχιερωσύνηνὅτι, φησίν, ἀκούομεν παρὰ τῶν πρεσβυτέρων αἰχμάλωτόν σου γεγονέναι τὴν μητέρα βασιλεύοντος Ἀντιόχου τοῦ Ἐπιφανοῦς.” ψευδὴς λόγος ἦν· καὶ πρὸς αὐτὸν Ὑρκανὸς παρωξύνθη καὶ πάντες δʼ οἱ Φαρισαῖοι σφοδρῶς ἠγανάκτησαν. 13.293

Τῶν δʼ ἐκ τῶν Σαδδουκαίων τῆς αἱρέσεως, οἳ τὴν ἐναντίαν τοῖς Φαρισαίοις προαίρεσιν ἔχουσιν, Ἰωνάθης τις ἐν τοῖς μάλιστα φίλος ὢν Ὑρκανῷ τῇ κοινῇ πάντων Φαρισαίων γνώμῃ ποιήσασθαι τὰς βλασφημίας τὸν Ἐλεάζαρον ἔλεγεν· καὶ τοῦτʼ ἔσεσθαι φανερὸν αὐτῷ πυθομένῳ παρʼ ἐκείνων, τίνος ἄξιός ἐστιν ἐπὶ τοῖς εἰρημένοις κολάσεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.286 Joseph. AJ 13.291 (English) >>Joseph. AJ 13.296

Powered by PhiloLogic